μήνυμα

μήνυμα

Σάββατο 19 Μαΐου 2018

Κυριακή των Αγίων τριακοσίων δέκα και οκτώ Πατέρων της εν Νικαία Α΄ Οικουμενικής Συνόδου.

ΔΟΞΑΣΤΙΚΟ ΚΥΡΙΑΚΗΣ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ
«ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ Ο ΧΟΡΟΣ»
. Ἦχος πλ. δ’
 Τῶν ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρός, καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ· οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου, Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.